• kai > Et

    https://lrc.la.utexas.edu/eieol_base_form_dictionary/ntgol/12

     

    Mark 9:2-13

    9:2 - Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον

    καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν μόνους. 

    9:3 - καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν

    καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι. 

    9:4 - καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωυσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 

    9:5 - καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ; ῥαββὶ, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι

    καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωυσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. 

    9:6 - οὐ γὰρ ᾖδει τί ἀποκριθῇ; ἔκφοβοι γὰρ ἐγένοντο. 

    9:7 - καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς

    καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός. ἀκούετε αὐτοῦ. 

    9:8 - καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον μεθ' ἑαυτῶν. 

    9:9 - Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἅ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 

    9:10 - καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τὶ ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 

    9:11 - Καὶ ἐπηρώτων αὐτὸν λέγοντες ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 

    9:12 - ὁ δὲ ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα.

    καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ;

    9:13 - ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπ' αὐτόν. 

    John 5:39 (memory verse) - Ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν; καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.

     


  • Commentaires

    Aucun commentaire pour le moment

    Suivre le flux RSS des commentaires


    Ajouter un commentaire

    Nom / Pseudo :

    E-mail (facultatif) :

    Site Web (facultatif) :

    Commentaire :